Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.152 Joseph. AJ 10.157 (English) >>Joseph. AJ 10.162

10.155

δὲ στρατηγὸς Ναβουζαρδάνης αἰχμαλωτίσας τὸν τῶν Ἑβραίων λαὸν τοὺς πένητας καὶ αὐτομόλους ἐκεῖ κατέλιπεν ἀποδείξας αὐτῶν ἡγεμόνα Γαδαλίαν ὄνομʼ Ἀϊκάμου παῖδα τῶν εὖ γεγονότων ἐπιεικῆ καὶ δίκαιον, ἐπέταξε δʼ αὐτοῖς τὴν χώραν ἐργαζομένοις τῷ βασιλεῖ τελεῖν φόρον ὡρισμένον. 10.156Ἱερεμίαν δὲ τὸν προφήτην λαβὼν ἐκ τῆς εἱρκτῆς ἔπειθεν εἰς Βαβυλῶνα σὺν αὐτῷ παραγενέσθαι· κεκελεῦσθαι γὰρ ὑπὸ τοῦ βασιλέως πάντʼ αὐτῷ χορηγεῖν· εἰ δὲ τοῦτο μὴ βούλεται, δηλοῦν αὐτῷ ποῦ μένειν διέγνωκεν, ἵνα τοῦτο ἐπισταλῇ τῷ βασιλεῖ. 10.157 δὲ προφήτης οὔθʼ ἕπεσθαι ἤθελεν οὔτʼ ἀλλαχόσε που μένειν, ἡδέως δʼ εἶχεν ἐπὶ τοῖς ἐρειπίοις τῆς πατρίδος καὶ τοῖς ταλαιπώροις αὐτῆς διαζῆσαι λειψάνοις. γνοὺς δʼ αὐτοῦ τὴν προαίρεσιν στρατηγός, τῷ Γαδαλίᾳ προστάξας, ὃν κατέλιπεν, αὐτίκα πᾶσαν αὐτοῦ ποιεῖσθαι πρόνοιαν καὶ χορηγίαν ὅσων ἂν δέηται δωρησάμενός τε αὐτὸν δωρεαῖς πολυτελέσιν ἀπέλυσεν. 10.158καὶ Ἱερεμίας μὲν κατέμεινεν εἰς Δάναν ἐν πόλει τῆς χώρας Μοσφοθᾶ καλουμένῃ παρακαλέσας τὸν Ναβουζαρδάνην, ἵνʼ αὐτῷ συναπολύσῃ τὸν μαθητὴν Βαροῦχον Νήρου δὲ παῖδα ἐξ ἐπισήμου σφόδρα οἰκίας ὄντα καὶ τῇ πατρίῳ γλώττῃ διαφερόντως πεπαιδευμένον. 10.159

Ναβουζαρδάνης δὲ ταῦτα διαπραξάμενος ὥρμησεν εἰς Βαβυλῶνα. οἱ δὲ πολιορκουμένων Ἱεροσολύμων φυγόντες διασκεδασθέντες κατὰ τὴν χώραν, ἐπειδὴ τοὺς Βαβυλωνίους ἤκουσαν ἀνακεχωρηκότας καὶ λείψανά τινα καταλελοιπότας ἐν τῇ τῶν Ἱεροσολυμιτῶν γῇ καὶ τοὺς ταύτην ἐργασομένους, συλλεχθέντες πανταχόθεν ἧκον πρὸς τὸν Γαδαλίαν εἰς Μασαφθά.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.152 Joseph. AJ 10.157 (English) >>Joseph. AJ 10.162

Powered by PhiloLogic